Ο Απόστολος και το Ευαγγέλιον – ΚΥΡΙΑΚΗ 10/9/2017

Ο Απόστολος και το Ευαγγέλιον – ΚΥΡΙΑΚΗ 10/9/2017

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ.

Μηνοδώρας, Μητροδώρας, Νυμ­φοδώρας μαρτύρων, Πουλχερίας τῆς Βασιλίσσης, Ἀπελλοῦ, Λουκᾶ καί Κλήμεντος τῶν Ἀποστόλων. Ἠσαΐου τοῦ Κτίτορος τῆς Ἱερᾶς Μονῆς Κύκκου. Χρυσοστόμου Ἱερομάρτυρος ἐπισκόπου Σμύρνης.

 

Αρχαίο κείμενο

ΠΡΟΣ ΓΑΛΑΤΑΣ Ϛ´ 11 – 18

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Ερμηνευτική απόδοση

ΠΡΟΣ ΓΑΛΑΤΑΣ στ´ 11 – 18

Αδελφοί, ίδετε πηλίκοις υμίν γράμμασιν έγραψα τη εμή χειρί. Όσοι θέλουσιν ευπροσωπήσαι εν σαρκί, ούτοι αναγκάζουσιν υμάς περιτέμνεσθαι, μόνον ίνα μη τω σταυρώ του Χριστού διώκονται. Ουδέ γαρ οι περιτετμημένοι αυτοί νόμον φυλάσσουσιν, αλλά θέλουσιν υμάς περιτέμνεσθαι, ίνα εν τη υμετέρα σαρκί καυχήσωνται. Εμοί δε μη γένοιτο καυχάσθαι ει μη εν τω σταυρώ του Κυρίου ημών Ιησού Χριστού, δι ου εμοί κόσμος εσταύρωται καγώ τω κόσμω. Εν γαρ Χριστώ Ιησού ούτε περιτομή τι ισχύει ούτε ακροβυστία, αλλά καινή κτίσις. Και όσοι τω κανόνι τούτω στοιχήσουσιν, ειρήνη έπ΄ αυτούς και έλεος, και επί τον Ισραήλ του Θεού. Του λοιπού κόπους μοι μηδείς παρεχέτω· εγώ γαρ τα στίγματα του Κυρίου Ιησού εν τω σώματι μου βαστάζω. Η χάρις του Κυρίου ημών Ιησού Χριστού μετά του πνεύματος υμών, αδελφοί· αμήν.

Αρχαίο κείμενο

 ΚΑΤΑ ΙΩΑΝΝΗΝ Γ´ 13 – 17

13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὤν ἐν τῷ οὐρανῷ. 14 καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.

Ερμηνευτική απόδοση

 ΚΑΤΑ ΙΩΑΝΝΗΝ Γ´ 13 – 17

Κανένας, δέν ἀνέβηκε στόν οὐρανό παρά μόνο ὁ Υἱός τοῦ Ἀνθρώπου, πού κατέβηκε ἀπό τόν οὐρανό, καί πού εἶναι στόν οὐρανό. Ὅπως ὁ Μωυσῆς ὕψωσε τό χάλκινο φίδι στήν ἔρημο, ἔτσι πρέπει νά ὑψωθεῖ ὁ Υἱός τοῦ Ἀνθρώπου, ὥστε ὅποιος πιστεύει σ΄ αὐτόν νά μή χαθεῖ ἀλλά νά ζήσει αἰώνια.
Τόσο πολύ ἀγάπησε ὁ Θεός τόν κόσμο, ὥστε παρέδωσε στό θάνατο τό μονογενῆ τοῦ Υἱό, γιά νά μή χαθεῖ ὅποιος πιστεύει σ΄ αὐτόν ἀλλά νά ἔχει ζωή αἰώνια.
Γιατί ὁ Θεός δέν ἔστειλε τόν Υἱό του στόν κόσμο γιά νά καταδικάσει τόν κόσμο, ἀλλά γιά νά σωθεῖ ὁ κόσμος δι΄ αὐτοῦ.

 

 

Comments are closed.