Προσευχές

Κύριε, βοήθησέ με να αντιμετωπίζω
με ψυχική γαλήνη όλα όσα μου
φέρνει η σημερινή ημέρα.
Βοήθησέ με να αφήνω τον εαυτό μου
ολοκληρωτικά στο άγιο θέλημά Σου.
Όποιες ειδήσεις κι αν λάβω, δίδαξέ
με να τις δεχθώ με ηρεμία και με την
πεποίθηση ότι προέρχονται από Σένα.
Καθοδήγησε τις σκέψεις και τα
συναισθήματά μου.
Μη με αφήνεις να ξεχνάω, ότι τα πάντα
προέρχονται από Σένα.
Δίδαξέ με, να συμπεριφέρομαι σε
όλους με ευθύτητα και σύνεση, ώστε
να μην συγχύζω και στεναχωρώ κανέναν.
Δός μου την δύναμη να υποφέρω τον
κόπο της ημέρας.
Δίδαξέ με, να προσεύχομαι,
να πιστεύω, να υπομένω, να συγχωρώ
και να αγαπώ.
Αμήν.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ
ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου
καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,
καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα… Καὶ νῦν…
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Ἦχος πλ. δ’ ᾨδὴ α’ Ὁ Εἱρμὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Δόξα…
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν…
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ’ Ὁ Εἱρμὸς Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Δόξα…
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Καὶ νῦν….
Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα Ἦχος β’
Τὰ ἄνω ζητῶν
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ’
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Δόξα…
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Καὶ νῦν…
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾨδὴ ε’
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα…
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Καὶ νῦν…
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ς’
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Δόξα…
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν…
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Κοντάκιον Ἦχος β’
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Α’ Ἀντίφωνον
Ἦχος δ’
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα… Ἦχος β’
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νύν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’
Ὅλην ἀποθέμενοι Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Ἕτερα Θεοτοκία
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
ᾨδὴ ζ’ Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Δόξα…
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Καὶ νῦν…
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ η’ Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Δόξα…
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νύν…
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα…
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Καὶ νῦν…
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ’)
Δόξα… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἦχος πλ. β’
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Δέησις ὑπὸ ἱερέως
Ἦχος β’
Ὅτε ἐκ τοῦ ξύλου
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὅμοιον
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.
Ἦχος πλ. δ’
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β’
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Κατὰ τὴν περίοδον τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.
Ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
ΠΡΙΝ ΑΠΟ ΤΟ ΔΕΙ[ΝΟ

Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
Δόξα… Καὶ νῦν… Κύριε, ἐλέησον (γ´).
Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχαριστία μετὰ τὸ δεῖπνο.

Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσομεν· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισας ἡμᾶς.

ΠΡΙΝ ΑΠΟ ΤΟ ΓΕΥΜΑ

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Δόξα… Καὶ νῦν… Κύριε, ἐλέησον (γ´).
Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΑΠΟ ΤΟ ΓΕΥΜΑ

Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι, Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
* * *
Ἡ Μεγάλη Δοξολογία

Δόξα σοι τῷ δείξαντι τὸ φῶς.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε, Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου (ἐκ γ´).
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).
Δόξα… Καὶ νῦν…
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κύριε και Δέσποτα της ζωής μου, πνεύμα αργίας, περιεργείας, φιλαρχίας, και αργολογίας μη μοι δως.
Πνεύμα δε σωφροσύνης, ταπεινοφροσύνης, υπομονής και αγάπης χαρισαί μοι τω Σω δούλω.
Ναι, Κύριε Βασιλεύ, δώρησαί μοι του οράν τα εμά πταίσματα και μη κατακρίνειν τον αδελφό μου, οτι ευλογητός Ει εις τους αιώνας των αιώνων. Αμήν.
Πανάμωμε Κόρη και Δέσποινα, προς Σε καταφεύγομεν οι αμαρτωλοί δούλοι σου· κλίνομεν το γόνυ της ψυχής και του σώματος και θερμώς Σε παρακαλούμεν να επιβλέψης διά τον λαόν Σου, όπου τώρα αγωνίζεται διά να κρατήση τις παραδόσεις της αμώμου Ορθοδόξου πίστεώς μας.
Εσύ, Υπεραγία Θεοτόκε, ως καθαρωτέρα και αυτών των Αγγελικών Δυνάμεων, εγνώρισες και αγάπησες τον Υιόν και Θεόν Σου περισσότερον από κάθε άλλην λογικήν ύπαρξιν, διά τούτο και όλη η ζωή Σου ήταν μια προσευχή. Και τώρα δέεσαι συνεχώς διά τα παιδιά Σου και δι’ όλον το ανθρώπινον γένος. Χωρίς τις ιδικές Σου πρεσβείες δεν θα μπmedieval-painting-of-the-virgin-maryορούσε να κρατηθή αυτός ο κόσμος που ζούμε σήμερα.
Πανάχραντε Κόρη, εσένα είδε ο Ιωάννης εις την Αποκάλυψιν, ως γυναίκα περιβεβλημένην τον ήλιον. Και Σου εδόθησαν δύο πτερά του αετού του Μεγάλου, του Χριστού, διά να πετάς πάντα ελεύθερη. Εσύ είσαι η ωραία και αγαπημένη Νύμφη του Χριστού και δεν έχεις κανένα ψεγάδι επάνω Σου. Διά τούτο λέγει προς Σε ο Νυμφίος Χριστός: «Ὅλη καλή εἶ, πλησίον μου, καί μῶμος οὐκ ἔστιν ἐν σοί» (Άσμα δ’ 7). Αυτόν τον έπαινον Σου απευθύνει ο Νυμφίος Σου και συνεχίζει: «ὀσμή ἱματίων σου ὑπέρ πάντα τά ἀρώματα» (Άσμα δ’ 10).
Μοσχοβολάς με την ποικιλία των αρετών και η ζωή Σου εφάνηκε εις τον Χριστόν ως ευωδία, που ξεπερνά όλα τα αρώματα.
Παναγία Μητέρα μας, ο Θεός και Πατέρας μας Σε ετίμησε με μεγαλύτερα χαρίσματα από όλους τους ανθρώπους, ούτως ώστε να ζης με αυτόν τον τρόπον της ζωής. Έζησες αυτήν την θαυμαστήν ζωήν, χρησιμοποιώντας όλα τα όπλα που έδωσε ο Θεός εις όλους τους ανθρώπους.
Εσύ, καθαρωτάτη Νύμφη του Χριστού, κατενίκησες την αμαρτίαν, διά να συμβάλης στο να απαλλαγή το ανθρώπινο γένος από την αμαρτίαν. Διετήρησες όλο το κάλλος που εδόθηκε εις την ανθρωπίνην φύσιν και έγινες πρότυπο εις όλους τους ανθρώπους.
Βοήθησέ μας, να διατηρούμε το σώμα μας καθαρό από σαρκικές αμαρτίες. Να έχωμεν νουν και ψυχή καθαρή διά να αποστρέφωνται τους πονηρούς και εμπαθείς λογισμούς. Έτσι θα γίνη το σώμα μας ναός καθαρός και θα επισκιάζη εις αυτό η Χάρις του Παναγίου Πνεύματος. Τότε και η προσευχή μας θα αναβρύη ως μια συνεχής πηγή, το ύδωρ το αλλόμενον, την Χάριν του Αγίου Πνεύματος, η οποία θα διαποτίζη όλην την ύπαρξίν μας, διά να αναπέμπη ύμνους ευχαριστίας και δοξολογίας προς την Αγίαν Τριάδα.
Πρόσδεξαι, Άγιε Κύριε, την δέησίν μας αυτήν και διατήρησε το σώμα μας αγνόν, τον νουν μας άγρυπνον φρουρόν και την ψυχή μας φωτεινόν παλάτιον, διά να Σε αγαπούμε ειλικρινά και να ευχώμεθα αδιαλείπτως, σεπταίς λιταίς της Τεκούσης Σε Θεοτόκου Μαρίας και των Οσίων Αγιορειτών Πατέρων. Αμήν.
+Μοναχός Μαρκέλος Καρακαλινός
Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.
Δόξα Σοι, ο Θεός ημών, δόξα Σοι.
Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.
Τρισάγιον
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Κύριε, ελέησον ιβ’ (12).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Αυτώ Χριστώ τω Βασιλεί και Θεώ ημών.
Ψαλμός Ν’ (50)
Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις Σου, και νικήσης εν τω κρίνεσθαί Σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου, και το Πνεύμα Σου το Αγιον μη αντανέλης απ’εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς Σου, και ασεβείς επί Σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ, πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία Σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.
Ψαλμός ΞΘ’ (69)
Ο Θεός εις την βοήθειάν μου πρόσχες, Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου. Αποστραφήτωσαν εις τα οπίσω, και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά. Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι, οι λέγοντές μοι: Εύγε, εύγε. Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί Σοί, πάντες οι ζητούντες σε, ο Θεός. Και λεγέτωσαν δια παντός. Μεγαλυνθήτω ο Κύριος, οι αγαπώντες το σωτήριόν Σου. Εγώ δε πτωχός ειμί και πένης, ο Θεός, βοήθησόν μοι. Βοηθός μου, και ρύστης μου ει Συ, κύριε, μη χρονίσης.
Ψαλμός ΡΜΒ’ (142)
Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσόν μου εν τη δικαιοσύνη Σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν επ’εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασιν των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ’εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου, εξάξεις εκ θλίψεως την ψυχήν μου. Και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.
Δοξολογία Μικρά
Δόξα εν υψίστοις Θεώ, και επί γης ειρήνη, εν ανθρώποις ευδοκία. Υμνούμεν Σε, ευλογούμεν Σε, προσκυνούμεν Σε, δοξολογούμεν Σε, ευχαριστούμεν Σοι διά την μεγάλην Σου δόξαν. Κύριε Βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ. Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, και Αγιον Πνεύμα. Κύριε ο Θεός, ο αμνός του Θεού, ο Υιός του Πατρός, ο αίρων την αμαρτίαν του κόσμου, ελέησον ημάς, ο αίρων τας αμαρτίας του κόσμου. Πρόσδεξαι την δέησιν ημών, ο καθήμενος εκ δεξιών του Πατρός, και ελέησον ημάς. Ότι Συ ει μόνος Αγιος, Συ ει μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού, Πατρός. Αμήν. Καθ’ εκάστην εσπέραν ευλογήσω Σε, και αινέσω το όνομά Σου εις τον αιώνα, και εις τον αιώνα του αιώνος. Κύριε, καταφυγή εγενήθης ημίν εν γενεά και γενεά. Εγώ είπα, Κύριε, ελέησόν με, ίασαι την ψυχήν μου ότι ήμαρτόν Σοι. Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Ότι παρά σοι πηγή ζωής, εν τω φωτί Σου οψόμεθα φως. Παράτεινον το έλεός Σου τοις γινώσκουσί Σε. Καταξίωσον, Κύριε, εν τη νυκτί ταύτη αναμαρτήτους φυλαχθήναι ημάς. Ευλογητός ει, Κύριε, ο Θεός των Πατέρων ημών, και αινετόν και δεδοξασμένον το όνομά Σου εις τους αιώνας. Αμήν. Γένοιτο, Κύριε, το έλεός Σου εφ’ ημάς καθάπερ ηλπίσαμεν επί Σε. Ευλογητός ει, Κύριε, δίδαξόν με τα δικαιώματά Σου. Ευλογητός ει, Δέσποτα, συνέτισόν με τα δικαιώματά Σου. Ευλογητός ει Αγιε, φώτισόν με τοις δικαιώμασί Σου. Κύριε, το έλεός Σου εις τον αιώνα, τα έργα των χειρών Σου μη παρίδης. Σοι πρέπει αίνος, Σοι πρέπει ύμνος, Σοι δόξα πρέπει, τω Πατρί, και τω Υιώ, και τω Αγίω Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Το σύμβολον της πίστεως
Πιστεύω εις ένα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων. Και εις ένα Κύριον Ιησούν Χριστόν, τον Υιόν του Θεού τον μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων. Φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι’ ου τα πάντα εγένετο. Τον δι’ ημάς τους ανθρώπους και δια την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών, και σαρκωθέντα εκ Πνεύματος Αγίου, και Μαρίας της Παρθένου, και ενανθρωπήσαντα. Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου, και παθόντα, και ταφέντα. Και αναστάντα τη τρίτη ημέρα κατά τας Γραφάς. Και ανελθόνται εις τους ουρανούς, και καθεζόμενον εκ δεξιών του Πατρός. Και πάλιν ερχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς, Ου της Βασιλείας ουκ έσται τέλος. Και εις το Πνεύμα το Αγιον, το Κύριον, το Ζωοποιόν, το εκ του Πατρός εκπορευόμενον, το συν Πατρί και Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν διά των Προφητών. Εις Μίαν, Αγία, Καθολικήν, και Αποστολικήν Εκκλησίαν. Ομολογώ έν Βάπτισμα εις άφεσιν αμαρτιών. Προσδοκώ Ανάστασιν νεκρών, και ζωήν του μέλλοντος αιώνος. Αμήν.
Αξιον εστίν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέρα των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνομεν.
Τρισάγιον
Αγιος ο Θεός, Αγιος Ισχυρός, Αγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Κύριε, ελέησον μ’ (40).
Ο εν παντί καιρώ και πάση ώρα, εν ουρανώ και επί γης προσκυνούμενος και δοξαζόμενος Χριστός ο Θεός, ο μακρόθυμος, ο πολυέλεος, ο πολυεύσπλαχνος, ο τους δικαίους αγαπών και τους αμαρτωλούς ελεών, ο πάντας καλών προς σωτηρίαν δια της επαγγελίας των μελλόντων αγαθών. Αυτός, Κύριε, πρόσδεξαι και ημών εν τη ώρα ταύτη τας εντεύξεις, και ίθυνον την ζωήν ημών προς τας εντολάς Σου. Τας ψυχάς ημών αγίασον, τα σώματα άγνισον, τους λογισμούς διόρθωσον, τας εννοίας κάθαρον, και ρύσαι ημάς από πάσης θλίψεως, κακών και οδύνης. Τείχισον ημάς αγίοις Σου αγγέλοις, ίνα τη παρεμβολή αυτών φρουρούμενοι και οδηγούμενοι, καταντήσωμεν εις την ενότητα της πίστεως και εις την επίγνωσιν της απροσίτου σου δόξης, ότι ευλογητός ει εις τους αιώνας των αιώνων. Αμήν.
Κύριε, ελέησον (τρις).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνομεν.
Κύριε, ελέησον ιβ’ (12).
Και σώσον και βοήθησον ημάς, Παναγία Παρθένε.
Ευχή εις την Υπεραγίαν Θεοτόκον
Ασπιλε, Αμόλυντε, Αφθορε, Αχραντε, Αγνή Παρθένε, Θεόνυμφε Δέσποινα, η Θεόν Λόγον τοις ανθρώποις τη παραδόξω Σου κυήσει ενώσασα, και την απωσθείσαν φύσιν του γένους ημών τοις ουρανίοις συνάψασα. Η των απηλπισμένων μόνη ελπίς, και των πολεμουμένων βοήθεια. Η ετοίμη αντίληψις των εις Σε προστρεχόντων, και πάντων των Χριστιανών το καταφύγιον. Μη βδελύξη με τον αμαρτωλόν, τον εναγή, τον αισχροίς λογισμοίς, και λόγοις, και πράξεσιν όλον εμαυτόν αχρειώσαντα, και τη των ηδονών του βίου ραθυμία γνώμη δούλον γενόμενον. Αλλ’ως του Φιλανθρώπου Θεού Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι επ’ εμοί τω αμαρτωλώ και ασώτω, και δέξαι μου την εκ ρυπαρών χειλέων προσφερομένην Σοι δέησιν, και τον Σον Υιόν, και ημών Δεσπότην και Κύριον, τη μητρική Σου παρρησία χρωμένη δυσώπησον, ίνα ανοίξη καμοί τα φιλάνθρωπα σπλάγχνα της Αυτού αγαθότητος, και, παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψη με προς μετάνοιαν, και των Αυτού εντολών εργάτην δόκιμον αναδείξη με. Και πάρεσό μοι αεί ως ελεήμων, και συμπαθής, και φιλάγαθος, εν μεν τω παρόντι βίω, θερμή προστάτις και βοηθός, τας των εναντίων εφόδους αποτειχίζουσα, και προς σωτηρίαν καθοδηγούσα με. Και εν τω καιρώ της εξόδου μου, την αθλίαν μου ψυχήν περιέπουσα, και τας σκοτεινάς όψεις των πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα. Εν δε τη φοωερά ημέρα της Κρίσεως, της αιωνίου με ρυομένη κολάσεως, και της απορρήτου δόξης του Σου Υιού και Θεού ημών κληρονόμον με αποδεικνύουσα. Ης και τύχοιμι, Δέσποινά μου, Υπεραγία Θεοτόκε, δια της Σης μεσιτείας και αντιλήψεως, χάριτι και φιλανθρωπία του Μονογενούς Σου Υιού, του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού. Ω πρέπει πάσα δόξα, τιμή και προσκύνησις, συν τω ανάρχω Αυτού Πατρί, και τω Παναγίω, και αγαθώ, και ζωοποιώ Αυτού Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Ευχή εις τον Κύριον ημών Ιησούν Χριστόν
Και δος ημίν, Δέσποτα, προς ύπνον απιούσιν, ανάπαυσιν σώματος και ψυχής, και διαφύλαξον ημάς από τπυ ζοφερού ύπνου της αμαρτίας, και από πάσης σκοτεινής και νυκτερινής ηδυπαθείας. Παύσον τας ορμάς των παθών, σβέσον τα πεπυρωμένα βέλη του πονηρού, τα καθ’ ημάς δολίως κινούμενα. Τας της σαρκός ημών επαναστάσεις κατάστειλον, και παν γεώδες και υλικόν ημών φρόνημα κοίμησον. Και δώρησαι ημίν, ο Θεός, γρήγορον νουν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ύπνον ελαφρόν, και πάσης σατανικής φαντασίας απηλλαγμένον. Διανάστησον δε ημάς εν τω καιρώ της προσευχής, εστηριγμένους εν ταις εντολαίς Σου, και την μνήμην των Σων κριμάτων εν εαυτοίς απαράθραυστον έχοντας. Παννύχιον ημίν την Σην δοξολογίαν χάρισαι εις το υμνείν, και ευλογείν, και δοξάζειν το πάντιμον και μεγαλοπρεπές όνομά Σου, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ Σου και Θεώ ημών, και αίτησαι, ίνα σώση δια Σου τας ψυχάς ημών.
Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το Αγιον, Τριάς Αγία, δόξα Σοι.
Την πάσαν ελπίδα μου εις Σε ανατίθημι, Μήτηρ του Θεού, φύλαξόν με υπό την σκέπην Σου.
Επί Σοι χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, αγγέλων το σύστημα και ανθρώπων το γένος. Ηγιασμένε Ναέ και Παράδεισε λογικέ, Παρθενικόν καύχημα, εξ ης Θεός εσαρκώθη και παιδίον γέγονεν ο προ αιώνων υπάρχων Θεός ημών. Την γαρ Σην μήτραν θρόνον εποίησε και την Σην γαστέρα πλατυτέραν ουρανών απειργάσατο. Επι Σοι χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, δόξα Σοι.
Ευχή εις τον Αγγελον φύλακα της του ανθρώπου ζωής
Αγιε Αγγελε, ο εφεστώς της αθλίας μου ψυχής και ταλαιπώρου μου ζωής, μη εγκαταλίπης με τον αμαρτωλόν, μηδέ αποστής απ’εμού δια την ακρασίαν μου. Μη δώης χώραν τω πονηρώ δαιμόνι κατακυριεύσαι μου τη καταδυναστεία του θνητού τούτου σώματος. Κράτησον της αθλίας και παρειμένης χειρός μου, και οδήγησόν με εις οδόν σωτηρίας. Ναι, Αγιε Αγγελε του Θεού, ο φύλαξ και σκεπαστής της αθλίας μου ψυχής και του σώματος, πάντα μοι συγχώρησον, όσα σοι έθλιψα πάσας τα ημέρας της ζωής μου, και ει τι ήμαρτον την σήμερον ημέραν. Σκέπασόν με εν τη παρούση νυκτί και διαφύλαξόν με από πάσης επηρείας του αντικειμένου, ίνα μη εν τινι αμαρτήματι παροργίσω τον Θεόν. Και πρέσβευε υπέρ εμού προς τον Κύριον, του επιστηρίξαι με εν τω φόβω Αυτού, και άξιον αναδείξαι με δούλον της Αυτού αγαθότητος. αμήν.
Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου. Ευλογημένη Συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας Σου, ότι Σωτήρα έτεκες, των ψυχών ημών.(τρις)
Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Το προσταχθέν μυστικώς λαβών έν γνώσει,
εν τή σκηνή του Ιωσήφ σπουδή επέστη,
ο ασώματος λέγων τή Απειρογάμω.
Ο κλίνας τή καταβάσει τους ουρανούς,
χωρείται αναλλοιώτως όλος εν σοι·
ον καί βλέπων εν μήτρα σου,
λαβόντα δούλου μορφήν,
εξίσταμαι κραυγάζειν σοι·
Χαίρε Νύμφη ανύμφευτε.

Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη,
ειπείν τή Θεοτόκω το Χαίρε· (εκ γ’)
καί συν τή ασωμάτω φωνή, σωματούμενόν σε
θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων
πρός αυτήν τοιαύτα·
χαίρε δι ης η χαρά εκλάμψει
χαίρε δι’ ης η αρά εκλείψει
χαίρε του πεσόντος Αδάμ η ανάκλησις
χαίρε των δακρύων της Εύας η λύτρωσις
χαίρε ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς
χαίρε βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς
χαίρε ότι υπάρχεις Βασιλέως καθέδρα
χαίρε ότι βαστάζεις τόν βαστάζοντα πάντα
χαίρε γαστήρ ενθέου σαρκώσεως
χαίρε δι’ ης νεουργήται η κτίσις
χαίρε δι’ ής βρεφουργείται ο Κτίστης
Χαίρε Νύμφη ανύμφευτε.

Βλέπουσα η Αγία, εαυτήν εν αγνεία,
φησί τω Γραβριήλ θαρσαλέως·
το παράδοξόν σου της φωνής, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται·
ασπόρου γαρ συλλήψεως, τήν κύησιν πώς λέγεις κράζειν·
Αλληλούϊα.

Γνώσιν άγνωστον γνώναι, η Παρθένος ζητούσα,
εβόησε πρός τόν λειτουργούντα·
εκ λαγόνων αγνών,
Υιόν πώς εστι τεχθήναι δυνατόν; λέξον μοι·
πρός ην εκείνος έφησεν εν φόβω, πλην κραυγάζων ούτω·
χαίρε βουλής απορρήτου μύστις
χαίρε σιγής δεομένων πίστις
χαίρε των θαυμάτων Χριστού το προοίμιον
χαίρε των δογμάτων αυτού το κεφάλαιον
χαίρε κλίμαξ επουράνιε δι’ ής κατέβει κατέβη ο Θεός
χαίρε γέφυρα μετάγουσα τους εκ γης πρός ουρανόν
χαίρε το των Αγγέλων πολυθρύλητον θαύμα
χαίρε το των δαιμόνων πολυθρήνητων τραύμα
χαίρε το φώς μηδένα διδάξασα
χαίρε σοφών υπερβαίνουσα γνώσιν
χαίρε πιστών καταυγάζουσα φρένας
Χαίρε Νύμφη ανύμφευτε.

Δύναμις του Υψίστου, επεσκίασε τότε,
πρός σύλληψιν τή Απειρογάμω·
καί τήν εύκαρπον ταύτης νηδύν, ως αγρόν υπέδειξεν ηδύν άπασι,
τοις θέλουσι θερίζειν σωτηρίαν, εν τω ψάλλειν ούτως·
Αλληλούϊα.

Έχουσα θεοδόχον η Παρθένος τήν μήτραν,
ανέδραμε πρός τήν Ελισάβετ,
το δε βρέφος εκείνης ευθύς, επιγνόν τόν ταύτης ασπασμόν, έχαιρε!
Καί άλμασιν ως άσμασιν, εβόα πρός τήν Θεοτόκον.·
χαίρε βλαστού αμαράντου κτήμα
χαίρε γεωργόν γεωργούσα Φιλάνθρωπον
χαίρε φυτουργόν της ζωής ημών φύουσα
χαίρε άρουρα βλαστάνουσα ευφορίαν οιοκτιρμών
χαίρε τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών
χαίρε ότι λειμώνα της τρυφής αναθάλλεις
χαίρε ότι λιμένα των ψυχών ετοιμάζεις
χαίρε δεκτόν πρεσβείας θυμίαμα
χαίρε παντός του κόσμου εξίλασμα
χαίρε Θεού πρός θνητούς ευδοκία
χαίρε θνητών προς Θεόν παρρησία
Χαίρε Νύμφη ανύμφευτε.

Ζάλην ένδοθεν έχων, λογισμών αμφιβόλων,
ο σώφρων Ιωσήφ εταράχθη, πρός τήν άγαμόν σε θεωρών,
καί κλεψίγαμον υπονοών άμεμπτε·
μαθών σε σου τήν σύλληψιν εκ Πνεύματος Αγίου έφη·
Αλληλούϊα.

Ήκουσαν οι Ποιμένες, των Αγγέλων υμνούντων,
τήν ένσαρκον Χριστού παρουσίαν·
καί δραμόντες ως πρός ποιμένα,
θεωρούσι τούτον ως αμνός άμωμον,
εν τη γαστρί Μαρίας βοσκηθέντα,
ην υμνούντες είπον·
χαίρε αμνού καί Ποιμένος Μήτηρ
χαίρε αυλή λογικών προβάτων
χαίρε αοράτων εχθρών αμυντήριον
χαίρε Παραδείσου θυρών ανοικτήριον
χαίρε ότι τα ουράνια συναγάλλεται τή γη
χαίρε ότι τα επίγεια συγχορεύει ουρανοίς
χαίρε των Αποστόλων το ασίγητον στόμα
χαίρε των Αθλοφόρων το ανίκητον θάρσος
χαίρε στερρόν της πίστεως έρισμα
χαίρε λαμπρόν της χάριτος γνώρισμα
χαίρε δι ης εγυμνώθη ο Άδης
χαίρε δι ης ενεδύθημεν δόξαν
Χαίρε Νύμφη ανύμφευτε.

Θεοδρόμον αστέρα, θεωρήσαντες Μάγοι,
τή τούτου ηκολούθησαν αίγλη·
καί ως λύχνον κρατούντες αυτόν,
δι’ αυτού ηρεύνων κραταιόν άνακτα·
καί φθάσαντες τόν άφθαστον, εχάρησαν αυτώ βοώντες·
Αλληλούϊα.

Ίδον παίδες Χαλδαίων, εν χερσί της παρθένου,
]τόν πλάσαντα χειρί τους ανθρώπους·
καί δεσπότην νοούντες αυτόν, ει καί δούλου έλαβε μορφήν,
έσπευσαν τοις δώροις θεραπεύσαι, καί βοήσαι τή ευλογημένη·
χαίρε αστέρος αδύτου μήτηρ
χαίρε αυγή μυστικής ημέρας
χαίρε της απάτης τήν κάμινον σβέσασα
χαίρε της Τριάδος τους μύστας φωτίζουσα
χαίρε τύρρανον απάνθρωπον εκβαλούσα της αρχής
χαίρε Κύριον Φιλάνθρωπον επιδείξασα Χριστόν
χαίρε η της βαρβάρου λυτρουμένη θρησκείας
χαίρε η του βορβόρου ρυομένη των έργων
χαίρε πυρός προσκύνησιν παύσασα
χαίρε φλογός παθών απαλλάττουσα
χαίρε πιστών οδηγέ σωφροσύνης
χαίρε πασών γενεών ευφροσύνη
Χαίρε Νύμφη ανύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οι Μάγοι,
υπέστρεψαν εις τήν Βαβυλώνα·
εκτελέσαντές σου τόν χρησμός,
καί κυρήξαντές σε τόν Χριστόν άπασιν,
αφέντες τόν Ηρώδην ως ληρώδη, μή ειδότα ψάλλειν·
Αλληλούϊα.

Λάμψας εν τή Αιγύπτω, φωτισμόν αληθείας,
εδίωξας του ψεύδους το σκότος·
τα γαρ είδωλα ταύτης Σωτήρ, μή ενέγκαντά σου τήν ισχύν πέπτωκεν,
οι τούτων δε ρυσθέντες, εβόων πρός τήν Θεοτόκον
χαίρε άνόρθωσις των ανθρώπων
χαίρε κατάπτωσις των δαιμόνων
χαίρε της απάτης τήν πλάνην πατήσασα
χαίρε των ειδώλων τόν δόλον ελέγξασα
χαίρε θάλασσα ποντίσασα Φαραώ τόν νοητόν
χαίρε πέτρα η ποτίσασα τους διψώντας τήν ζώην
χαίρε σκέπη του κόσμου πλατυρέρα νεφέλης
χαίρε τροφή του Μάννα διάδοχε
χαίρε τρυφής αγίας διάκονε
χαίρε η γή της επαγγελίας
χαίρε εξ ης ρέει μέλι καί γάλα
Χαίρε Νύμφη ανύμφευτε.

Μέλλοντος Συμεώνος,
του παρόντος αιώνος,
μεθίστασθαι του απατεώνος,
επεδόθης ως βρέφος αυτώ, αλλ’ εγνώσθης τούτω καί Θεός τέλειος·
διόπερ εξεπλάγη σου τήν άρρητον σοφίαν κράζων·
Αλληλούϊα.

Νέαν έδειξε κτίσιν, εμφανίσας ο Κτίστις,
ημίν τοις υπ’ αυτού γενομένοις·
εξ απόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτη ώσπερ ην άφθορον,
ίνα το θαύμα βλέποντες, υμνήσωμεν αυτήν βοώντες·
χαίρε το άνθος της αφθαρσίας
χαίρε το στέφος της εγκρατείας
χαίρε αναστάσεως τύπον εκλάμπουσα
χαίρε των αγγέλων τόν βίον εμφαίνουσα
χαίρε κυοφορούσα οδηγόν πλανωμένοις
χαίρε απογεννώσα λυτρωτήν αιχμαλώτοις
χαίρε Κτιστού δικαίου δυσώπησις
χαίρε πολλών πταιόντων συγχώρησις
χαίρε στολή των γυμνών παρρησίας
χαίρε στοργή πάντα πόθον νικώσα
Χαίρε Νύμφη ανύμφευτε.

Ξένον τόκον ιδόντες, ξενωθώμεν του κόσμου,
τόν νουν εις ουρανόν μεταθέντες·
διά τούτο γαρ ο υψηλός Θεός, επί γης εφάνη ταπεινός άνθρωπος,
βουλόμενος ελκύσαι πρός το ύψος, τους αυτώ βοώντας·
Αλληλούϊα.

Όλος ην εν τοις κάτω, καί των άνω ουδόλως,
απήν ο απερίραπτος Λόγος·
συγκατάβασις γαρ θεϊκή, ου μετάβασις δε τοπική γέγονε,
καί τόκος εκ Παρθένου θεολήπτου, ακουούσης ταύτα·
χαίρε Θεού αχωρήτου χώρα
χαίρε σεπτού μυστηρίου θύρα χαίρε των απίστων αμφίβολον άκουσμα
χαίρε των πιστών αναμφίβολον καύχημα
χαίρε όχημα πανάγιον του επί των Χερουβίμ
χαίρε οίκημα πανάριστον του επί των Σεραφίμ
χαίρε η ταναντία εις ταυτό αγαγούσα
χαίρε η παρθενίαν καί λοχείαν ζευγνύσα
χαίρε δι ης ελύθη παράβασις
χαίρε δι ης ηνοίχθη Παράδεισος
χαίρε η κλεις της Χριστού Βασιλείας
χαίρε ελπίς αγαθών αιωνίων
Χαίρε Νύμφη ανύμφευτε.

Πάσα φύσις Αγγέλων, κατεπλάγη το μέγα,
της σης εναθρωπίσεως έργον·
τόν απρόσιτον γάρ ως Θεόν,
εθεώρει πάσι προσιτόν άνθρωπον,
ημίν μεν συδιάγοντα, ακούοντα δε παρά πάντων ούτως·
Αλληλούϊα.

Ρήτορας πολυφθόγους, ως ιχθύας αφώνους,
ορώμεν επί σοι Θεοτόκε·
απορούσι γαρ λέγειν το πώς καί Παρθένος μένεις καί τεκείν ίσχυσας·
ημείς δε το μυστήριον θαυμάζοντες, πιστώς βοώμεν·
χαίρε σοφίας Θεού δοχείον
χαίρε προνοίας αυτού ταμείον
χαίρε φιλοσόφους ασόφους δεικνύουσα
χαίρε τεχνολόγους αλόγους ελέγχουσα
χαίρε ότι εμωράνθησαν οι δεινοί συζητηταί
χαίρε ότι εμαράνθησαν οι των μύθων ποιηταί
χαίρε των Αθηναίων τας πλοκάς διασπώσα
χαίρε των αλιέων τας σαγήνας πληρούσα
χαίρε βυθού αγνοίας εξέλκουσα
χαίρε πολλούς εν γνώσει φωτίζουσα
χαίρε ολκάς των θελόντων σωθήναι
χάιρε λιμήν των του βίου πλωτήρων
Χαίρε Νύμφη ανύμφευτε.

Σώσαι θέλων τόν κόσμον, ο των όλων κοσμήτωρ,
πρός τούτον αυτεπάγγελτος ήλθε·
καί ποιμήν υπάρχων ως Θεός, δι ημάς εφάνη καθ’ ημάς άνθρωπος·
ομοίω γάρ το όμοιον καλέσας, ως Θεός ακούει·
Αλληλούϊα.

Τείχος ει των Παρθένων, Θεοτόκε Παρθένε,
καί πάντων των εις σε προστρεχόντων·
ο γαρ του ουρανού καί της γης, κατεσκεύασέ σου,
καί πάντας σοι προσφωνείν διδάξας·
χαίρε η στήλη της παρθενίας
χαίρε η πύλη της σωτηρίας
χαίρε αρχηγέ νοητής αναπλάσεως
χαίρε χορηγέ θεΪκής αγαθότητος
χαίρε συ γάρ ανεγέννησας τους συλληφθέντας αισχρώς
χαίρε συ γαρ ενουθετησας τους συληθέντας τόν νούν
χαίρε η τόν σπορέα της αγνείας τεκούσα
χαίρε παστάς ασπόρου νυμφεύσεως
χαίρε πιστούς Κυρίω αρμόζουσα
χαίρε καλή κουροτρόφε παρθένων
χαίρε ψυχών νυμφοστόλε αγίων
Χαίρε Νύμφη ανύμφευτε.

Ύμνος άπας ηττάται, συνεκτείνεσθαι σπεύδων,
τω πλήθει των πολλών οικτιρμών σου·
ισαρίθμους γαρ τή ψάμμω ωδάς, αν προσφέρωμέν σοι Βασιλεύ άγιε,
ουδέν τελούμεν άξιον, ών δέδωκας ημίν, τοις σοι βοώσιν·
Αλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοις εν σκότει φανείσαν,
ορώμεν τήν αγίαν Παρθένον·
το γάρ άϋλον άπτουσα φως,
οδηγεί πρός γνώσιν θεϊκήν άπαντας,
αυγή τόν νουν φωτίζουσα, κραυγή δε τιμωμένη ταύτα·
χαίρε ακτίς νοητού ηλίου
χαίρε βολίς του αδύτου φέγγους
χαίρε αστραπή τας ψυχάς καταλάμπουσα χαίρε ως βροντή τους εχθρούς καταπλήττουσα
χαίρε ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν
χαίρε ότι το πολύρρυτον αναβλύζεις ποταμόν
χαίρε της κολυμβύθρας ζωγραφούσα τόν ρύπον
χαίρε λουτήρ εκπλύνων συνείδησιν
χαίρε κρατήρ κιρνών αγαλλίασιν
χαίρε οσμή της Χριστού ευωδίας χαίρε ζωή μυστικής ευωχίας
Χαίρε Νύμφη ανύμφευτε.

Χάριν δούναι θελήσας, οφλημάτων αρχαίας,
ο πάντων χρεωλύτης ανθρώπων, επεδήμησε δι εαυτού,
πρός τους αποδήμους της αυτού χάριτος·
καί σχίσας το χειρόγραφον,
ακούει παρά πάντων ούτως·
Αλληλούϊα.

Ψάλλοντές σου τόν τόκον, ανυμνούμεν σε πάντες,
ως έμψυχον ναόν Θεοτόκε·
εν τή ση γαρ οικήσας γαστρί,
ο συνέχων πάντα τή χειρί Κύριος ηγίασεν,
εδόξασεν, εδίδαξεν βοάν σοι πάντας·
χαίρε σκηνή του Θεού καί Λόγου
χαίρε αγία αγίων μείζων
χαίρε κιβωτέ χρυσωθείσα τω Πνεύματι
χαίρε θησαυρέ της ζωής αδαπάνητε
χαίρε τίμιον διάδημα βασιλέων ευσεβών
χαίρε καύχημα σεβάσμιον ιερέων ευλαβών
χαίρε της Εκκλησίας ο ασάλευτος πύργος
χαίρε της βασιλείας το απόρθητον τείχος
χαίρε δι ης εγείρονται τρόπαια
χαίρε δι ης εχθροί καταπίπτουσι
χαίρε χρωτός του εμού θεραπεία
χαίρε ψυχής της εμής σωτηρία
Χαίρε Νύμφη ανύμφευτε.

Ώ πανύμνητε Μήτερ,
η τεκούσα τόν πάντων Αγίων αγιώτατον Λόγον (εκ γ’)
δεξαμένη τήν νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας·
καί της μελλούσης κολάσεως, τους συμβοώντας·
Αλληλούϊα.

Κοντάκιον
Ήχος πλ. δ’. Τή υπερμάχω.

Τή υπερμάχω στρατηγώ τα νικητήρια
Ως λυτρωθείσα των δεινών ευχαριστήρια
Αναγράφω σοι η πόλις σου Θεοτόκε.
Αλλ’ ως έχουσα το κράτος απροσμάχητον
Εκ παντίων μέ κινδύνων ελευθέρωσον
Ίνα κράζω σοι·
Χαίρε Νύμφη ανύμφευτε.